Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.44 Dem. 45.48 (English) >>Dem. 45.51

45.46ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, λαβὲ τὴν ἀντιγραφὴν αὐτήν μοι. λέγε.Ἀντιγραφή

Ἀπολλόδωρος Πασίωνος Ἀχαρνεὺς Στεφάνῳ Μενεκλέους Ἀχαρνεῖ ψευδομαρτυρίων, τίμημα τάλαντον. τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα.

<Στέφανος Μενεκλέους Ἀχαρνεὺς> τἀληθῆ ἐμαρτύρησα μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα.

ταῦθʼ οὗτος ἀντεγράψατο, χρὴ μνημονεύειν ὑμᾶς, καὶ μὴ τοὺς ἐπʼ ἐξαπάτῃ νῦν λόγους ὑπὸ τούτου ῥηθησομένους πιστοτέρους ποιεῖσθαι τῶν νόμων καὶ τῶν ὑπὸ τούτου γραφέντων εἰς τὴν ἀντιγραφήν.

45.47πυνθάνομαι τοίνυν αὐτοὺς καὶ περὶ ὧν ἔλαχον τὴν ἐξ ἀρχῆς δίκην, ἐρεῖν καὶ κατηγορήσειν, ὡς συκοφαντήματʼ ἦν. ἐγὼ δʼ ὃν μὲν τρόπον ἐσκευωρήσατο τὴν μίσθωσιν, ὅπως τὴν ἀφορμὴν τῆς τραπέζης κατάσχοι, εἶπον καὶ διεξῆλθον ὑμῖν, ὑπὲρ δὲ τῶν ἄλλων οὐκ ἂν οἷός τʼ εἴην λέγειν ἅμα καὶ τούτους ἐλέγχειν περὶ τῆς μαρτυρίας· οὐ γὰρ ἱκανόν μοι τὸ ὕδωρ ἐστίν. 45.48ὅτι δʼ οὐδʼ ὑμεῖς ἐθέλοιτʼ ἂν εἰκότως ἀκούειν περὶ τούτων αὐτῶν, ἐκεῖθεν εἴσεσθε, ἂν λογίσησθε πρὸς ὑμᾶς αὐτούς, ὅτι οὔτε νῦν ἐστιν χαλεπὸν περὶ ὧν μὴ κατηγόρηται λέγειν, οὔτε <τότε> ψευδεῖς ἀναγνόντα μαρτυρίας ἀποφεύγειν. ἀλλʼ οὐδέτερόν γε δίκαιον τούτων οὐδʼ ἂν εἷς φήσειεν εἶναι, ἀλλʼ ἐγὼ προκαλοῦμαι νῦν. σκοπεῖτε δʼ ἀκούσαντες.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.44 Dem. 45.48 (English) >>Dem. 45.51

Powered by PhiloLogic